Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.406 Joseph. BJ 5.413 (English) >>Joseph. BJ 5.419

5.410πρὸ γοῦν τῆς αὐτοῦ παρουσίας τήν τε Σιλωὰν ἐπιλείπουσαν ἴστε καὶ τὰς πρὸ τοῦ ἄστεος ἁπάσας, ὥστε πρὸς ἀμφορέας ὠνεῖσθαι τὸ ὕδωρ· τὸ

-- --

δὲ νῦν οὕτως πληθύουσι τοῖς πολεμίοις ὑμῶν, ὡς μὴ μόνον αὐτοῖς καὶ κτήνεσιν, ἀλλὰ καὶ κήποις διαρκεῖν. 5.411τό γε μὴν τέρας τοῦτο πεπείραται καὶ πρότερον ἐφʼ ἁλώσει τῆς πόλεως γεγενημένον, ὅτε προειρημένος Βαβυλώνιος ἐπεστράτευσεν, ὃς τήν τε πόλιν ἑλὼν ἐνέπρησε καὶ τὸν ναόν, οὐδὲν οἶμαι τῶν τότε ἠσεβηκότων τηλικοῦτον ἡλίκα ὑμεῖς· 5.412ὥστε ἐγὼ πεφευγέναι μὲν ἐκ τῶν ἁγίων οἶμαι τὸ θεῖον, ἑστάναι δὲ παρʼ οἷς πολεμεῖτε νῦν. 5.413ἀλλʼ ἀνὴρ μὲν ἀγαθὸς οἰκίαν ἀσελγῆ φεύξεται καὶ τοὺς ἐν αὐτῇ στυγήσει, τὸν δὲ θεὸν ἔτι πείθεσθε τοῖς οἰκείοις κακοῖς παραμένειν, ὃς τά τε κρυπτὰ πάντα ἐφορᾷ καὶ τῶν σιγωμένων ἀκούει; 5.414τί δὲ σιγᾶται παρʼ ὑμῖν τί κρύπτεται; τί δʼ οὐχὶ καὶ τοῖς ἐχθροῖς φανερὸν γέγονε; πομπεύετε γὰρ παρανομοῦντες καὶ καθʼ ἡμέραν ἐρίζετε, τίς χείρων γένηται, τῆς ἀδικίας ὥσπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι. 5.415καταλείπεται δὲ ὅμως ἔτι σωτηρίας ὁδός, ἐὰν θέλητε, καὶ τὸ θεῖον εὐδιάλλακτον ἐξομολογουμένοις καὶ μετανοοῦσιν. 5.416 σιδήρειοι, ῥίψατε τὰς πανοπλίας, λάβετε ἤδη κατερειπομένης αἰδῶ πατρίδος, ἐπιστράφητε καὶ θεάσασθε τὸ κάλλος ἧς προδίδοτε, οἷον ἄστυ, οἷον ἱερόν, ὅσων ἐθνῶν δῶρα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.406 Joseph. BJ 5.413 (English) >>Joseph. BJ 5.419

Powered by PhiloLogic